Add parallel Print Page Options

25 Καὶ [a]ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ [b]ἤχους θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.

29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 ὁ οὐρανὸς καὶ ἡ γῆ [c]παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν [d]ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ [e]ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη 35 ὡς παγίς· [f]ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε [g]δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα [h]κατισχύσητε ἐκφυγεῖν [i]ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

37 Ἦν δὲ τὰς ἡμέρας [j]ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:25 ἔσονται WH Treg NIV ] ἔσται RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:25 ἤχους WH Treg NIV ] ἠχούσης RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:33 παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 ὑμῶν αἱ καρδίαι NIV RP ] αἱ καρδίαι ὑμῶν WH Treg
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος WH Treg NIV ] αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:35 ἐπεισελεύσεται γὰρ WH Treg NIV ] γὰρ ἐπελεύσεται RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 δὲ WH Treg NIV ] οὖν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 κατισχύσητε WH Treg NIV ] καταξιωθῆτε RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 ταῦτα WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:37 ἐν τῷ ἱερῷ διδάσκων WH NIV RP ] διδάσκων ἐν τῷ ἱερῷ Treg